Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.88 Joseph. AJ 7.92 (English) >>Joseph. AJ 7.96

7.90

Ὁρῶν δʼ βασιλεὺς κατὰ πᾶσαν αὐτῷ τὰ πράγματα σχεδὸν ἡμέραν ἀμείνω γινόμενα ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἐνόμιζεν ἐξαμαρτάνειν αὑτὸν, εἰ μένων αὐτὸς ἐν οἴκοις ἐκ κέδρου πεποιημένοις ὑψηλοῖς τε καὶ καλλίστην τὴν ἄλλην κατασκευὴν ἔχουσι περιορᾷ τὴν κιβωτὸν ἐν σκηνῇ κειμένην· 7.91ἐβούλετο δὲ τῷ θεῷ κατασκευάσαι ναόν, ὡς Μωυσῆς εἶπε, καὶ περὶ τούτων Νάθᾳ τῷ προφήτῃ διαλεχθείς, ἐπεὶ ποιεῖν ὅτιπερ ὥρμηται προσέταξεν αὐτὸν ὡς τοῦ θεοῦ πρὸς ἅπαντʼ αὐτῷ συνεργοῦ παρόντος, εἶχεν ἤδη περὶ τὴν τοῦ ναοῦ κατασκευὴν προθυμότερον. 7.92τοῦ θεοῦ δὲ κατʼ ἐκείνην τὴν νύκτα τῷ Νάθᾳ φανέντος καὶ φράσαι κελεύσαντος τῷ Δαυίδῃ, ὡς τὴν μὲν προαίρεσιν αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἀποδέχεται, μηδενὸς μὲν πρότερον εἰς νοῦν βαλομένου ναὸν αὐτῷ κατασκευάσαι. τούτου δὲ ταύτην τὴν διάνοιαν λαβόντος· οὐκ ἐπιτρέπειν δὲ πολλοὺς πολέμους ἠγωνισμένῳ καὶ φόνῳ τῶν ἐχθρῶν μεμιασμένῳ ποιῆσαι ναὸν αὐτῷ. 7.93μετὰ μέντοι γε τὸν θάνατον αὐτοῦ γηράσαντος καὶ μακρὸν ἀνύσαντος βίον γενήσεσθαι τὸν ναὸν ὑπὸ τοῦ παιδὸς τοῦ μετʼ αὐτὸν τὴν βασιλείαν παραληψομένου κληθησομένου δὲ Σολομῶνος, οὗ προστήσεσθαι καὶ προνοήσειν ὡς πατὴρ υἱοῦ κατεπηγγέλλετο, τὴν μὲν βασιλείαν τέκνων ἐγγόνοις φυλάξων καὶ παραδώσων, αὐτὸν δὲ τιμωρήσων, ἂν ἁμαρτὼν τύχῃ, νόσῳ καὶ γῆς ἀφορίᾳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.88 Joseph. AJ 7.92 (English) >>Joseph. AJ 7.96

Powered by PhiloLogic